1.

[2.57] (§§ 57-60 Cfr. M VII 348-352.) Οὐκοῦν ἐπὶ τὴν διάνοιαν μετέλθωμεν τῷ λόγῳ. οἱ τοίνυν ἀξιοῦντες τῇ διανοίᾳ μόνῃ προσέχειν ἐν τῇ κρίσει τῶν πραγμάτων πρῶτον μὲν ἐκεῖνο οὐκ ἕξουσιν δεικνύναι, ὅτι καταληπτόν ἐστι τὸ εἶναι διάνοιαν. ἐπεὶ γὰρ ὁ μὲν Γοργίας οὐδὲν εἶναι φάσκων οὐδὲ διάνοιαν εἶναί φησι (Cfr. M VII 65 sqq.), τινὲς δὲ ταύτην ἀποφαίνονται ὑπάρχειν, πῶς οὖν ἐπικρινοῦσι τὴν διαφωνίαν; οὔτε γὰρ διανοίᾳ, ἐπεὶ τὸ ζητούμενον συναρπάσουσιν, οὔτε ἄλλῳ τινί˙ οὐδὲν γὰρ ἄλλο εἶναί φασι κατὰ τὴν ὑπόθεσιν τὴν νῦν ὑποκειμένην, δι' οὗ κρίνεται τὰ πράγματα. ἀνεπίκριτον ἄρα καὶ ἀκατάληπτον ἔσται, πότερον ἔστι διάνοια ἢ οὐκ ἔστιν˙ ᾧ συνεισέρχεται τὸ μὴ δεῖν μόνῃ τῇ διανοίᾳ προσέχειν ἐν τῇ τῶν πραγμάτων κρίσει, τῇ μηδέπω κατειλημμένῃ.