1.

[2.58] ἀλλὰ κατειλήφθω ἡ διάνοια, καὶ ὡμολογήσθω τὸ εἶναι ταύτην καθ' ὑπόθεσιν˙ λέγω ὅτι οὐ δύναται κρίνειν τὰ πράγματα. εἰ γὰρ μηδ' ἑαυτὴν ἀκριβῶς ὁρᾷ, ἀλλὰ διαφωνεῖ περί τε τῆς οὐσίας αὑτῆς καὶ τοῦ τρόπου τῆς γενέσεως καὶ τοῦ τόπου ἐν ᾧ ἔστιν (Cfr. M VII 313, 348), πῶς ἂν δυνηθείη τῶν ἄλλων τι ἀκριβῶς καταλαμβάνειν;