1.

[2.59] διδομένου δὲ καὶ τοῦ τὴν διάνοιαν κριτικὴν εἶναι τῶν πραγμάτων, οὐχ εὑρήσομεν πῶς κατ' αὐτὴν κρινοῦμεν. πολλῆς γὰρ οὔσης τῆς κατὰ διάνοιαν διαφορᾶς, ἐπειδὴ ἑτέρα μέν ἐστιν ἡ Γοργίου διάνοια, καθ' ἥν φησι μηδὲν εἶναι, ἑτέρα δὲ ἡ Ἡρακλείτου, καθ' ἣν λέγει πάντα εἶναι, ἑτέρα δὲ ἡ τῶν λεγόντων τάδε μὲν εἶναι τάδε δὲ μὴ εἶναι, πῶς ἐπικρίνωμεν τὴν τῶν διανοιῶν διαφορὰν οὐχ ἕξομεν, οὐδὲ δυνησόμεθα εἰπεῖν, ὅτι τῇ μὲν τοῦδε διανοίᾳ κατακολουθεῖν προσήκει, τῇ τοῦδε δὲ οὐδαμῶς.