[61] Ἀπὸ συκῆς ὠπώριζε˙ τοῦ δὲ φυλάττοντος εἰπόντος, "αὐτόθεν πρώην ἄνθρωπος ἀπήγξατο," "ἐγὼ οὖν," φησίν, "αὐτὴν καθαρῶ." ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, "ἴδε," ἔφη, "κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται." τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, "κύον˙" ὁ δέ, "ὑμεῖς," εἶπεν, "ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε." δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, "μὴ εὐλαβεῖσθε˙ κύων τεῦτλα οὐ τρώγει." περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, "Τεγεάτης," ἔφη. [61] Ἀπὸ συκῆς ὠπώριζε˙ τοῦ δὲ φυλάττοντος εἰπόντος, "αὐτόθεν πρῴην ἄνθρωπος ἀπήγξατο," "ἐγὼ οὖν," φησίν, "αὐτὴν καθαρῶ." ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, "ἴδε," ἔφη, "κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται." τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, "κύον˙" ὁ δέ, "ὑμεῖς," εἶπεν, "ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε." δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, "μὴ εὐλαβεῖσθε˙ κύων τευτλία οὐ τρώγει." περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, "Τεγεάτης," ἔφη. [61] [41310] Ἀπὸ συκῆς ὠπώριζε˙ τοῦ δὲ φυλάττοντος εἰπόντος˙ "Αὐτόθεν πρώην ἄνθρωπος ἀπήγξατο," " Ἐγὼ οὖν," φησίν, "αὐτὴν καθαρῶ." Ἰδών Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, " Ἴδε," ἔφη, "κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται." Τὰς εὐπρεπεῖς [41315] ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. Ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, "Κύον˙" ὁ δέ, " Ὑμεῖς," εἶπεν, "ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε." Δύο μαλακῶν περικρυπτομένων αὐτὸν [4141] ἔφη˙ "Μὴ εὐλαβεῖσθε˙ κύων τευτλία οὐ τρώγει." Περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, "Τεγεάτης," ἔφη.