1.

[2.66] εἶτα κἀκεῖνο ῥητέον, ὅτι ἤτοι ταῖς αἰσθήσεσι τάς τε αἰσθήσεις καὶ τὰς διανοίας κρινοῦσιν, ἢ ταῖς διανοίαις τάς τε αἰσθήσεις καὶ τὰς διανοίας, ἢ ταῖς τε αἰσθήσεσι τὰς αἰσθήσεις καὶ ταῖς διανοίαις τὰς διανοίας, ἢ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας, τῇ δὲ διανοίᾳ τὰς αἰσθήσεις. εἰ μὲν οὖν ταῖς αἰσθήσεσιν ἢ τῇ διανοίᾳ ἀμφότερα κρίνειν ἐθελήσουσιν, οὐκέτι δι' αἰσθήσεως καὶ διανοίας κρινοῦσιν, ἀλλὰ δι' ἑνὸς τούτων, ὅπερ ἂν ἕλωνται˙ καὶ παρακολουθήσουσιν αὐτοῖς αἱ ἔμπροσθεν εἰρημέναι ἀπορίαι.