1.

[2.67] εἰ δὲ ταῖς αἰσθήσεσι τὰς αἰσθήσεις καὶ τῇ διανοίᾳ τὰς διανοίας ἐπικρινοῦσιν, ἐπειδὴ μάχονται καὶ αἰσθήσεις αἰσθήσεσι καὶ διάνοιαι διανοίαις, ἥντινα ἂν λάβωσιν ἀπὸ τῶν μαχομένων αἰσθήσεων πρὸς τὴν κρίσιν τῶν ἄλλων αἰσθήσεων, τὸ ζητούμενον συναρπάσουσιν˙ μέρος γὰρ τῆς διαφωνίας ὡς πιστὸν ἤδη λήψονται πρὸς τὴν τῶν ἐπ' ἴσης αὐτῷ ζητουμένων ἐπίκρισιν.