1.

[2.68] ὁ δὲ αὐτὸς καὶ ἐπὶ τῶν διανοιῶν λόγος. εἰ δὲ ταῖς μὲν αἰσθήσεσι τὰς διανοίας ἐπικρινοῦσι, τῇ διανοίᾳ δὲ τὰς αἰσθήσεις, ὁ διάλληλος εὑρίσκεται τρόπος, καθ' ὅν, ἵνα μὲν αἱ αἰσθήσεις ἐπικριθῶσι, δεῖ προκεκρίσθαι τὰς διανοίας, ἵνα δὲ αἱ διάνοιαι δοκιμασθῶσι, χρὴ προδιευκρινεῖσθαι τὰς αἰσθήσεις.