1.

[2.69] ἐπεὶ οὖν μήτε ὑπὸ τῶν ὁμογενῶν τὰ ὁμογενῆ κριτήρια δύναται ἐπικρίνεσθαι μήτε ὑπὸ ἑνὸς γένους ἀμφότερα τὰ γένη μήτε ὑπὸ τῶν ἑτερογενῶν ἐναλλάξ, οὐ δυνησόμεθα προκρίνειν διάνοιαν διανοίας ἢ αἴσθησιν αἰσθήσεως. διὰ δὲ τοῦτο οὐδὲ ἕξομεν διὰ τίνος κρινοῦμεν˙ εἰ γὰρ μήτε πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς διανοίαις κρίνειν δυνησόμεθα, μήτε εἰσόμεθα ποίαις μὲν δεῖ κρίνειν, ποίαις δὲ μή, οὐχ ἕξομεν δι' οὗ κρινοῦμεν τὰ πράγματα. ὥστε καὶ διὰ ταῦτα ἀνύπαρκτον ἂν εἴη τὸ κριτήριον τὸ δι' οὗ.