1.

[2.70] ζ´ περὶ τοῦ καθ' ὅ.
(§ 70 Cfr. M VII 370-379, VIII 400.) Ἴδωμεν οὖν ἑξῆς περὶ τοῦ κριτηρίου καθ' ὃ κρίνεσθαι λέγουσι τὰ πράγματα. πρῶτον τοίνυν ἐκεῖνο ἔστιν εἰπεῖν περὶ αὐτοῦ, ὅτι 〈οὐ μόνον ἀκατάληπτος, ἀλλὰ καὶ〉 ἀνεπινόητός ἐστιν ἡ φαντασία. λέγουσι γὰρ (
Stoic. fr. I 484 A.
) φαντασίαν εἶναι τύπωσιν ἐν ἡγεμονικῷ (Cfr. I 128, M VII 380). ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγεμονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος (Cfr. § 81, I 188), ὡς φασίν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ' εἰσοχὴν καὶ ἐξοχήν (Cfr. M VII 228, 372), ὡς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε κατὰ τὴν τερατολογουμένην ἑτεροιωτικήν (Cfr. M VII 228, 372)˙ οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεωρημάτων ὅσα συνίστησι τέχνην, ἐν ταῖς ἐπιγινομέναις ἑτεροιώσεσι τῶν προϋποκειμένων ἀπαλειφομένων.