1.

[2.76] (§ 76 Cfr. M VII 388-400) ἀλλὰ δῶμεν κατὰ συγχώρησιν, πρὸς τῷ ἐπινοεῖσθαι τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι, ἔτι καὶ ἐπιδεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ' αὐτὴν τὰ πράγματα, καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν 〈καὶ κατ' αὐτὴν ἐπικρινοῦμεν, ἤ τινι. ἀλλ' εἰ μὲν πάσῃ, δῆλον ὅτι καὶ τῇ Ξενιάδου φαντασίᾳ πιστεύσομεν〉, καθ' ἣν ἔλεγε πάσας τὰς φαντασίας ἀπίστους εἶναι, καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε [καί] καί [Note:
0. Espungo solo il καί con T; diversa la soluzione testuale (μή invece di καί) in Annas-Barnes, 86, n. s.
] κατ' αὐτὰς κρίνεσθαι δύνασθαι τὰ πράγματα.