1.

[2.78] καί ἢ [Note:
0. Come Annas-Barnes, 87, n. t, leggo καί non ἤ.
] πάλιν αὐτοῖς ἄλλης φαντασίας δεήσει πρὸς τὴν κρίσιν τῆς ἑτέρας φαντασίας, καὶ εἰς τὴν ἐκείνης κρίσιν ἄλλης, καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι˙ ἀδύνατον ἄρα εὑρεῖν, ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις δεῖ χρῆσθαι, ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν, κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα, ἑκατέρωθεν περιτρέπεται ὁ λόγος, καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ τισὶ μὲν πιστεύειν ὡς κριτηρίοις, τισὶ δὲ ἀπιστεῖν, συνάγεται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμάτων ὡς κριτήρια παραλαμβάνειν.