1.

[2.80] η´ περὶ ἀληθοῦς καὶ ἀληθείας.
(§§ 80-83 Cfr. M VII 38-42.) Εἰ μέντοι καὶ δοίημεν καθ' ὑπόθεσιν εἶναί τι τῆς ἀληθείας κριτήριον, ἄχρηστον εὑρίσκεται καὶ μάταιον, ἐὰν ὑπομνήσωμεν ὅτι, ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀνύπαρκτος μέν ἐστιν ἡ ἀλήθεια, ἀνυπόστατον δὲ τὸ ἀληθές. ὑπομιμνῄσκομεν δὲ οὕτως (SVF fr. II 132 A.).