1.

[2.87] εἰ δὲ καὶ ψεῦδός ἐστι καὶ ἀληθὲς τό ῾τι᾽, ἕκαστον τῶν κατὰ μέρος καὶ ψεῦδος ἔσται καὶ ἀληθές. ἐξ οὗ συνάγεται τὸ μηδὲν φύσει εἶναι ἀληθές˙ τὸ γὰρ φύσιν ἔχον τοιαύτην ὥστε ἀληθὲς εἶναι, πάντως οὐκ ἂν εἴη ψεῦδος. εἰ δ' οὔτε ψεῦδός ἐστιν οὔτε ἀληθὲς τό ῾τι᾽, ὁμολογεῖται ὅτι καὶ πάντα τὰ ἐπὶ μέρους μήτε ψευδῆ μήτε ἀληθῆ εἶναι λεγόμενα οὐκ ἔσται ἀληθῆ. καὶ διὰ ταῦτα μὲν οὖν ἄδηλον ἡμῖν ἔσται, εἰ ἔστιν ἀληθές.