1.

[2.88] (§§ 88-94 M VIII 17-31.) πρὸς τούτοις ἤτοι φαινόμενά ἐστι μόνον τὰ ἀληθῆ, ἢ ἄδηλα μόνον, ἢ τῶν ἀληθῶν τὰ μὲν ἄδηλά ἐστι, τὰ δὲ φαινόμενα˙ οὐδὲν δὲ τούτων ἐστὶν ἀληθές, ὡς δείξομεν˙ οὐδὲν ἄρα ἐστὶν ἀληθές. εἰ μὲν οὖν φαινόμενα μόνον ἐστὶ τὰ ἀληθῆ, ἤτοι πάντα τὰ φαινόμενα λέξουσιν εἶναι ἀληθῆ ἢ τινά. καὶ εἰ μὲν πάντα,περιτρέπεται ὁ λόγος˙ φαίνεται γάρ τισι τὸ μηδὲν εἶναι ἀληθές. εἰ δέ τινα, ἀνεπικρίτως μὲν οὐ δύναταί τις λέγειν, ὅτι τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ, κριτηρίῳ δὲ χρώμενος ἤτοι φαινόμενον εἶναι λέξει τοῦτο τὸ κριτήριον ἢ ἄδηλον. καὶ ἄδηλον μὲν οὐδαμῶς˙ μόνα γὰρ ὑπόκειται νῦν ἀληθῆ τὰ φαινόμενα.