1.

[2.91] λείπεται λέγειν, ὅτι τῶν ἀληθῶν τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα˙ ἔστι δὲ καὶ τοῦτο ἄτοπον. ἤτοι γὰρ πάντα τά τε φαινόμενα καὶ τὰ ἄδηλά ἐστιν ἀληθῆ, ἤ τινα φαινόμενα καί τινα ἄδηλα. εἰ μὲν οὖν πάντα, πάλιν περιτραπήσεται ὁ λόγος, ἀληθοῦς εἶναι διδομένου καὶ τοῦ μηδὲν εἶναι ἀληθές, λεχθήσεταί τε ἀληθὲς καὶ τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας καὶ τὸ περιττοὺς τούτους ὑπάρχειν.