1.

[2.92] εἰ δέ τινα τῶν φαινομένων καί τινα τῶν ἀδήλων ἐστὶν ἀληθῆ, πῶς ἐπικρινοῦμεν, ὅτι τῶν φαινομένων τάδε μέν ἐστιν ἀληθῆ, τάδε δὲ ψευδῆ; εἰ 〈μὲν〉 γὰρ διὰ φαινομένου, εἰς ἄπειρον ἐκβάλλεται ὁ λόγος˙ εἰ δὲ δι' ἀδήλου, ἐπεὶ καὶ τὰ ἄδηλα δεῖται κρίσεως, πάλιν τοῦτο 〈τὸ〉 ἄδηλον διὰ τίνος κριθήσεται; εἰ μὲν 〈γὰρ〉 διὰ φαινομένου, ὁ διάλληλος εὑρίσκεται τρόπος, εἰ δὲ δι' ἀδήλου, ὁ εἰς ἄπειρον ἐκβάλλων.