1.

[2.93] ὁμοίως δὲ καὶ περὶ τῶν ἀδήλων λεκτέον˙ ὁ μὲν γὰρ ἀδήλῳ τινὶ κρίνειν αὐτὰ ἐπιχειρῶν εἰς ἄπειρον ἐκβάλλεται, ὁ δὲ φαινομένῳ ἢ ἀεὶ φαινόμενον προσλαμβάνων εἰς ἄπειρον, ἢ ἐπὶ ἄδηλον μεταβαίνων εἰς τὸν διάλληλον. ψεῦδος ἄρα ἐστὶ τὸ λέγειν τῶν ἀληθῶν τὰ μὲν εἶναι φαινόμενα τὰ δὲ ἄδηλα.