1.

[2.96] (§§ 96-103 Cfr. M VIII 140-160.) ἐκ πολλοῦ δὲ τοῦ περιόντος καὶ πρὸς τὰ ἄδηλα τῶν πραγμάτων ἰδίως ἐνστησόμεθα. καὶ ἐπειδὴ ταῦτα διὰ σημείου τε καὶ ἀποδείξεως καταλαμβάνεσθαι καὶ κρατύνεσθαι δοκεῖ, διὰ βραχέων ὑπομνήσομεν, ὅτι καὶ περὶ τοῦ σημείου καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν προσήκει. ἀρξώμεθα δὲ ἀπὸ σημείου˙ καὶ γὰρ ἡ ἀπόδειξις τῷ γένει σημεῖον εἶναι δοκεῖ.