1.

[2.97] ι´ περὶ σημείου.
(§§ 97-103 Cfr. M VIII 141-160.)Τῶν πραγμάτων τοίνυν κατὰ τοὺς δογματικοὺς τὰ μέν ἐστι πρόδηλα (Cfr. I 138), τὰ δὲ ἄδηλα, καὶ τῶν ἀδήλων τὰ μὲν καθάπαξ ἄδηλα, τὰ δὲ πρὸς καιρὸν ἄδηλα, τὰ δὲ φύσει ἄδηλα. καὶ πρόδηλα μὲν εἶναί φασι τὰ ἐξ ἑαυτῶν εἰς γνῶσιν ἡμῖν ἐρχόμενα, οἷόν ἐστι τὸ ἡμέραν εἶναι, καθάπαξ δὲ ἄδηλα, ἃ μὴ πέφυκεν εἰς τὴν ἡμετέραν πίπτειν κατάληψιν, ὡς τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας,