1.

[2.99] τὰ μὲν οὖν πρόδηλα μὴ δεῖσθαι σημείου φασίν˙ ἐξ ἑαυτῶν γὰρ αὐτὰ καταλαμβάνεσθαι. ἀλλ' οὐδὲ τὰ καθάπαξ ἄδηλα ἅτε δὴ μηδὲ τὴν ἀρχὴν καταλαμβανόμενα. τὰ δὲ πρὸς καιρὸν ἄδηλα καὶ τὰ φύσει ἄδηλα διὰ σημείων μὲν καταλαμβάνεσθαι, οὐ μὴν διὰ τῶν αὐτῶν, ἀλλὰ τὰ μὲν πρὸς καιρὸν ἄδηλα διὰ τῶν ὑπομνηστικῶν, τὰ δὲ φύσει ἄδηλα διὰ τῶν ἐνδεικτικῶν.