1.

[2.105] τὸ γὰρ συνημμένον ἤτοι ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ἀληθές, οἷον ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽, ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ῾εἰ πέταται ἡ γῆ, πτερωτή ἐστιν ἡ γῆ,᾽ ἢ ἄρχεται ἀπὸ ἀληθοῦς καὶ λήγει ἐπὶ ψεῦδος, οἷον ῾εἰ ἔστιν ἡ γῆ, πέταται ἡ γῆ᾽, ἢ ἄρχεται ἀπὸ ψεύδους καὶ λήγει ἐπὶ ἀληθές, οἷον ῾εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ᾽. τούτων δὲ μόνον τὸ ἀπὸ ἀληθοῦς ἀρχόμενον καὶ λῆγον ἐπὶ ψεῦδος μοχθηρὸν εἶναί φασιν, τὰ δ' ἄλλα ὑγιῆ.