1.

[2.109] (§ 109 Cfr.M VIII 80-84, 132, 135-136.) μήποτε δὲ καὶ εἰ καθ' ὑπόθεσιν εἶναί τι λεκτὸν δοθείη, τὸ ἀξίωμα ἀνύπαρκτον εὑρίσκεται, συνεστηκὸς ἐκ λεκτῶν μὴ συνυπαρχόντων ἀλλήλοις. οἷον γοῦν ἐπὶ τοῦ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽, ὅτε λέγω τὸ ῾ἡμέρα ἔστιν᾽, οὐδέπω ἔστι τὸ ῾φῶς ἔστιν᾽, καὶ ὅτε λέγω τὸ ῾φῶς ἔστιν᾽, οὐκέτι ἔστι τὸ ῾ἡμέρα ἔστιν᾽. εἰ οὖν τὰ μὲν συγκείμενα ἔκ τινων ἀδύνατον ὑπάρχειν μὴ συνυπαρχόντων ἀλλήλοις τῶν μερῶν αὐτῶν, τὰ δὲ ἐξ ὧν σύγκειται τὸ ἀξίωμα οὐ συνυπάρχει ἀλλήλοις, οὐχ ὑπάρξει τὸ ἀξίωμα.