1.

[2. 111] ἐκεῖνο δὲ ἀληθές ῾εἰ οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα, ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα᾽˙ ἀεὶ γὰρ ἀπὸ ψεύδους ἀρχόμενον τοῦ ῾οὐκ ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα᾽ εἰς ἀληθὲς καταλήξει κατ' αὐτὸν τὸ ῾ἔστιν ἀμερῆ τῶν ὄντων στοιχεῖα᾽. οἱ δὲ τὴν συνάρτησιν εἰσάγοντες ὑγιὲς εἶναί φασι συνημμένον, ὅταν τὸ ἀντικείμενον τῷ ἐν αὐτῷ λήγοντι μάχηται τῷ ἐν αὐτῷ ἡγουμένῳ (Cfr. 146, 152, 238; M VIII 430)˙ καθ' οὓς τὰ μὲν εἰρημένα συνημμένα ἔσται μοχθηρά, ἐκεῖνο δὲ ἀληθές ῾εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστιν᾽.