1.

[2.112] οἱ δὲ τῇ ἐμφάσει κρίνοντές φασιν ὅτι ἀληθές ἐστι συνημμένον οὗ τὸ λῆγον ἐν τῷ ἡγουμένῳ περιέχεται δυνάμει˙ καθ' οὓς τὸ ῾εἰ ἡμέρα ἔστιν, ἡμέρα ἔστι᾽ καὶ πᾶν τὸ διαφορούμενον ἀξίωμα συνημμένον ἴσως ψεῦδος ἔσται˙ αὐτὸ γάρ τι ἐν ἑαυτῷ περιέχεσθαι ἀμήχανον.