1.

[2.113] ταύτην τοίνυν τὴν διαφωνίαν ἐπικριθῆναι ἀμήχανον ἴσως εἶναι δόξει. οὔτε γὰρ ἀναποδείκτως προκρίνοντές τινα τῶν στάσεων τῶν προειρημένων πιστοὶ ἐσόμεθα οὔτε μετὰ ἀποδείξεως. καὶ γὰρ ἡ ἀπόδειξις ὑγιὴς εἶναι δοκεῖ, ὅταν ἀκολουθῇ τῇ διὰ τῶν λημμάτων αὐτῆς συμπλοκῇ τὸ συμπέρασμα αὐτῆς ὡς λῆγον ἡγουμένῳ, οἷον οὕτως ῾εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν˙ ἀλλὰ μὴν ἡμέρα ἔστιν, φῶς ἄρα ἔστιν᾽˙ εἴπερ, 〈εἰ〉 ἡμέρα ἔστι φῶς ἔστιν, καὶ ἡμέρα ἔστι [καὶ] φῶς ἔστιν.