1.

[2.116] εἰ δὲ ἐκκαλυπτικόν ἐστι τοῦ λήγοντος τὸ σημεῖον, ἤτοι πρόδηλόν ἐστι τὸ λῆγον ἢ ἄδηλον. εἰ μὲν οὖν πρόδηλον, οὐδὲ τοῦ ἐκκαλύψοντος δεήσεται, ἀλλὰ συγκαταληφθήσεται αὐτῷ, καὶ οὐκ ἔσται αὐτοῦ σημειωτόν, διόπερ οὐδὲ ἐκεῖνο τούτου σημεῖον. εἰ δὲ ἄδηλον, ἐπεὶ περὶ τῶν ἀδήλων διαπεφώνηται ἀνεπικρίτως, ποῖα μέν ἐστιν αὐτῶν ἀληθῆ ποῖα δὲ ψευδῆ, καὶ ὅλως εἰ ἔστι τι αὐτῶν ἀληθές, ἄδηλον ἔσται, εἰ εἰς ἀληθὲς λήγει τὸ συνημμένον. ᾧ συνεισέρχεται καὶ τὸ ἄδηλον εἶναι εἰ προκαθηγεῖται τὸ ἐν αὐτῷ ἡγούμενον.