1.

[2.121] (§§ 121-122 Cfr. M VIII 179-181.) Πρὸς τούτοις κἀκεῖνο λεκτέον. διαφωνία γέγονε παρὰ τοῖς πρὸ ἡμῶν (Cfr. I 236), τῶν μὲν λεγόντων εἶναί τι σημεῖον ἐνδεικτικόν, τῶν δὲ μηδὲν εἶναι σημεῖον ἐνδεικτικὸν φασκόντων. ὁ λέγων οὖν εἶναί τι σημεῖον ἐνδεικτικὸν ἤτοι ἁπλῶς ἐρεῖ καὶ ἀναποδείκτως, ψιλῇ φάσει χρώμενος, ἢ μετὰ ἀποδείξεως. ἀλλ' εἰ μὲν φάσει μόνῃ χρήσεται, ἄπιστος ἔσται, εἰ δὲ ἀποδεῖξαι βουλήσεται, τὸ ζητούμενον συναρπάσει.