1.

[2.126] εἰ δὲ φαινόμενόν ἐστι τὸ σημειωτόν, οὐδὲ σημειωτὸν ἔσται μὴ δεόμενον τοῦ σημανοῦντος αὐτὸ καὶ ἐκκαλύψοντος. ὅθεν ὥσπερ ἀναιρουμένου δεξιοῦ οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως ἀναιρουμένου τοῦ σημειωτοῦ οὐδὲ σημεῖον εἶναι δύναται, ὥστε ἀνύπαρκτον εὑρίσκεται τὸ σημεῖον, εἴπερ φαινόμενα μόνα εἶναι λέγοι τις τὰ σημεῖα.