1.

[2.127] λείπεται λέγειν, ὅτι τῶν σημείων τὰ μέν ἐστι φαινόμενα, τὰ δὲ ἄδηλα˙ καὶ οὕτως δὲ αἱ ἀπορίαι μένουσιν. τῶν τε γὰρ φαινομένων σημείων τὰ σημειωτὰ εἶναι λεγόμενα φαινόμενα ἔσται, καθὰ προειρήκαμεν, καὶ μὴ δεόμενα τοῦ σημανοῦντος οὐδὲ σημειωτὰ ὅλως ὑπάρξει, ὅθεν οὐδὲ ἐκεῖνα σημεῖα ἔσται, μηδὲν σημαίνοντα˙