1.

[2.130] (§ 130 Cfr. M VIII 279.) Ταῦτα μὲν οὖν ὀλίγα ἀπὸ πολλῶν ἀρκέσει νῦν εἰρῆσθαι πρὸς ὑπόμνησιν τοῦ μὴ εἶναι σημεῖον ἐνδεικτικόν˙ ἑξῆς δὲ καὶ τὰς ὑπομνήσεις τοῦ εἶναί τι σημεῖον ἐκθησόμεθα, ἵνα τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων λόγων παραστήσωμεν. ἤτοι οὖν σημαίνουσί τι αἱ κατὰ τοῦ σημείου φωναὶ φερόμεναι ἢ οὐδὲν σημαίνουσιν. καὶ εἰ μὲν ἄσημοί εἰσιν, πῶς ἂν κινήσειαν τὴν ὕπαρξιν τοῦ σημείου;