1.

[2.131] (§ 131 (- v. 24 σημεῖον) Cfr. M VIII 277-278.) (§ 131 inde a. v. 24 ὅθεν) Cfr. M VIII 281-282.) εἰ δὲ σημαίνουσί τι, ἔστι σημεῖον. ἔτι ἤτοι ἀποδεικτικοί εἰσιν οἱ λόγοι οἱ κατὰ τοῦ σημείου ἢ οὐκ ἀποδεικτικοί. ἀλλ' εἰ μὲν οὐκ ἀποδεικτικοί, οὐκ ἀποδεικνύουσι τὸ μὴ εἶναι σημεῖον˙ εἰ δὲ ἀποδεικτικοί, ἐπεὶ ἡ ἀπόδειξις τῷ γένει σημεῖόν ἐστιν, ἐκκαλυπτικὴ οὖσα τοῦ συμπεράσματος, ἔσται σημεῖον. ὅθεν καὶ συνερωτᾶται λόγος τοιοῦτος˙ εἰ ἔστι τι σημεῖον, ἔστι σημεῖον, καὶ εἰ μὴ ἔστι σημεῖον, ἔστι σημεῖον˙ τὸ γὰρ μὴ εἶναι σημεῖον δι' ἀποδείξεως, ἣ δή ἐστι σημεῖον, δείκνυται. ἤτοι δὲ ἔστι σημεῖον ἢ οὐκ ἔστι σημεῖον˙ ἔστιν ἄρα σημεῖον.