1.

[2.132] τούτῳ δὲ τῷ λόγῳ παράκειται τοιοῦτος λόγος. εἰ οὐκ ἔστι τι σημεῖον, οὐκ ἔστι σημεῖον˙ καὶ εἰ ἔστι σημεῖον ὅ φασιν οἱ δογματικοὶ σημεῖον εἶναι, οὐκ ἔστι σημεῖον. τὸ γὰρ σημεῖον περὶ οὗ ὁ λόγος, κατὰ τὴν ἐπίνοιαν αὐτοῦ καὶ πρός τι εἶναι λεγόμενον καὶ ἐκκαλυπτικὸν τοῦ σημειωτοῦ, ἀνύπαρκτον εὑρίσκεται, ὡς παρεστήσαμεν.