1.

[2.134] ιβ´ περὶ ἀποδείξεως.
(§§ 134-135 Cfr. M VIII 299.) Φανερὸν μὲν οὖν ἐκ τούτων, ὅτι οὐδὲ ἡ ἀπόδειξις ὁμολογούμενόν τι πρᾶγμά ἐστιν˙ εἰ γὰρ περὶ τοῦ σημείου ἐπέχομεν, καὶ ἡ ἀπόδειξις δὲ σημεῖόν τί ἐστι, καὶ περὶ τῆς ἀποδείξεως ἐπέχειν ἀνάγκη. καὶ γὰρ εὑρήσομεν τοὺς περὶ τοῦ σημείου λόγους ἠρωτημένους ἐφαρμόζεσθαι δυναμένους καὶ κατὰ τῆς ἀποδείξεως, ἐπεὶ καὶ πρός τι εἶναι δοκεῖ καὶ ἐκκαλυπτικὴ τοῦ συμπεράσματος, οἷς ἠκολούθει τὰ πρὸς τὸ σημεῖον ἡμῖν εἰρημένα σχεδὸν ἅπαντα.