1.

[2.138] ἀσύνακτοι δὲ οἱ μὴ οὕτως ἔχοντες. τῶν δὲ συνακτικῶν οἱ μέν εἰσιν ἀληθεῖς οἱ δὲ οὐκ ἀληθεῖς, ἀληθεῖς μέν, ὅταν μὴ μόνον τὸ συνημμένον ἐκ τῆς τῶν λημμάτων συμπλοκῆς καὶ τῆς ἐπιφορᾶς, ὡς προειρήκαμεν, ὑγιὲς ᾖ, ἀλλὰ [καὶ τὸ συμπέρασμα] καὶ τὸ διὰ τῶν λημμάτων [αὐτοῦ] συμπεπλεγμένον ἀληθὲς ὑπάρχῃ, ὅ ἐστιν ἡγούμενον ἐν τῷ συνημμένῳ. ἀληθὲς δὲ συμπεπλεγμένον ἐστὶ τὸ πάντα ἔχον ἀληθῆ, ὡς τὸ ῾ἡμέρα ἔστι, καὶ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν.᾽ οὐκ ἀληθεῖς δὲ οἱ μὴ οὕτως ἔχοντες.