1.

[2.139] (§ 139 Cfr. M VIII 311) ὁ γὰρ τοιοῦτος λόγος ῾εἰ νὺξ ἔστι, σκότος ἔστιν˙ ἀλλὰ μὴν νὺξ ἔστιν˙ σκότος ἄρα ἔστιν᾽ συνακτικὸς μέν ἐστιν, ἐπεὶ τὸ συνημμένον τοῦτο ὑγιές ἐστιν ῾εἰ νὺξ ἔστι, καὶ εἰ νὺξ ἔστι, σκότος 〈ἔστιν, σκότος〉 [ἄρα] ἔστιν᾽, οὐ μέντοι ἀληθής. τὸ γὰρ ἡγούμενον συμπεπλεγμένον ψεῦδός ἐστι, τὸ ῾νὺξ ἔστι, καὶ εἰ τὸ νὺξ ἔστι, σκότος ἔστι,᾽ ψεῦδος ἔχον ἐν ἑαυτῷ τὸ ῾νὺξ ἔστιν˙᾽ ψεῦδος γάρ ἐστι συμπεπλεγμένον τὸ ἔχον [ἕν] 〈ἕν〉 [Note:
0. Espungo, come Bury e Annas-Barnes 1994, 103, n. ag, lo ἕν aggiunto da Mutschmann sulla scia di Bekker, ma non attestato nella tradizione ms.
] ἐν ἑαυτῷ ψεῦδος. ἔνθεν καὶ ἀληθῆ λόγον εἶναί φασι τὸν δι' ἀληθῶν λημμάτων ἀληθὲς συνάγοντα συμπέρασμα.