1.

[2.141] τῶν δὲ ἄδηλόν τι συναγόντων οἱ μὲν ἐφοδευτικῶς μόνον ἄγουσιν ἡμᾶς διὰ τῶν λημμάτων ἐπὶ τὸ συμπέρασμα, οἱ δὲ ἐφοδευτικῶς ἅμα καὶ ἐκκαλυπτικῶς. οἷον ἐφοδευτικῶς μὲν οἱ ἐκ πίστεως καὶ μνήμης ἠρτῆσθαι δοκοῦντες, οἷός ἐστιν ὁ τοιοῦτος ῾εἴ τίς σοι (Cfr. M VIII 308) 〈θεῶν〉 [Note:
0. Per confronto con M VIII 308 e come fanno anche Annas-Barnes 1994, 104, n. an, sulla scia di Fabricius, leggo τίς σοι 〈θεῶν〉>; cfr. al riguardo anche Brunschwig 1980, 141, n. 35.
] εἶπεν ὅτι πλουτήσει οὗτος, πλουτήσει οὗτος˙ οὑτοσὶ δὲ ὁ θεός (δείκνυμι δὲ καθ' ὑπόθεσιν τὸν Δία) εἶπέ σοι ὅτι πλουτήσει οὗτος˙ πλουτήσει ἄρα οὗτος᾽˙ συγκατατιθέμεθα γὰρ τῷ συμπεράσματι οὐχ οὕτως διὰ τὴν τῶν λημμάτων ἀνάγκην ὡς πιστεύοντες τῇ τοῦ θεοῦ ἀποφάσει.