1.

[2.144] ιγ´ εἰ ἔστιν ἀπόδειξις.
(§ 144 Cfr. § 109.) Ὅτι δὲ ἀνύπαρκτός ἐστιν ἡ ἀπόδειξις, ἀπ' αὐτῶν ὧν λέγουσιν ἐπιλογίζεσθαι δυνατόν, ἕκαστον τῶν περιεχομένων ἐν τῇ ἐννοίᾳ διατρέποντα (Cfr. §§ 135-136). οἷον γοῦν ὁ λόγος σύγκειται ἐξ ἀξιωμάτων, τὰ δὲ σύνθετα πράγματα οὐ δύναται ὑπάρχειν, ἐὰν μὴ τὰ ἐξ ὧν συνέστηκεν ἀλλήλοις συνυπάρχῃ, ὡς πρόδηλον ἀπὸ κλίνης καὶ τῶν παραπλησίων, τὰ δὲ μέρη τοῦ λόγου ἀλλήλοις οὐ συνυπάρχει. ὅτε γὰρ λέγομεν τὸ πρῶτον λῆμμα, οὐδέπω ὑπάρχει οὔτε τὸ ἕτερον λῆμμα οὔτε ἡ ἐπιφορά˙ ὅτε δὲ τὸ δεύτερόν φαμεν, τὸ μὲν πρότερον λῆμμα οὐκέτι ὑπάρχει, ἡ δὲ ἐπιφορὰ οὐδέπω ἔστιν˙ ὅτε δὲ τὴν ἐπιφορὰν προφερόμεθα, τὰ λήμματα αὐτῆς οὐκέτι ὑφέστηκεν. οὐ συνυπάρχει ἄρα ἀλλήλοις τὰ μέρη τοῦ λόγου˙ ὅθεν οὐδὲ ὁ λόγος ὑπάρχειν δόξει.