1.

[2.145] χωρὶς δὲ τούτων ὁ συνακτικὸς λόγος ἀκατάληπτός ἐστιν˙ εἰ γὰρ οὗτος κρίνεται ἀπὸ τῆς τοῦ συνημμένου ἀκολουθίας, ἡ δὲ κατὰ τὸ συνημμένον ἀκολουθία ἀνεπικρίτως διαπεφώνηται καὶ ἔστιν ἴσως ἀκατάληπτος, ὡς ἐν τῷ περὶ σημείου λόγῳ (Cfr. §§ 110-114) ὑπεμνήσαμεν, καὶ ὁ συνακτικὸς λόγος ἀκατάληπτος ἔσται.