1.

[2.146] (§§ 146-150 Cfr. M VIII 429-434) οἵ γε μὴν διαλεκτικοί (Cfr. 166, 235) φασιν ἀσύνακτον λόγον γίγνεσθαι ἤτοι παρὰ διάρτησιν ἢ παρὰ ἔλλειψιν ἢ παρὰ τὸ κατὰ μοχθηρὸν ἠρωτῆσθαι σχῆμα ἢ κατὰ παρολκήν. οἷον κατὰ διάρτησιν μὲν, ὅταν μὴ ἔχῃ τὰ λήμματα ἀκολουθίαν πρὸς ἄλληλά τε καὶ τὴν ἐπιφοράν, ὡς ὁ τοιοῦτος ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν˙ ἀλλὰ μὴν πυροὶ ἐν ἀγορᾷ πωλοῦνται˙ Δίων ἄρα περιπατεῖ᾽.