1.

[2.149] διὰ τοῦτο οὖν ὁ μὲν ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον συνάγων συλλογιστικὸς εἶναι λέγεται, καὶ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τῷ ἡγουμένῳ συνάγων˙ ὁ δὲ ἐκ συνημμένου καὶ τοῦ λήγοντος τὸ ἡγούμενον συνάγων ἀσύνακτος, ὡς ὁ προειρημένος, παρὸ καὶ ἀληθῶν ὄντων τῶν λημμάτων αὐτοῦ ψεῦδος συνάγει, ὅταν λυχνιαίου φωτὸς ὄντος νυκτὸς λέγηται. τὸ μὲν γὰρ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστι᾽ συνημμένον ἀληθές ἐστιν, καὶ ἡ ῾ἀλλὰ μὴν φῶς ἔστι᾽ πρόσληψις, ἡ δὲ ῾ἡμέρα ἄρα 〈ἔστιν〉᾽ ἐπιφορὰ ψευδής.