1.

[2.152] (§§ 152-153 Cfr. M VIII 435-437.) Ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος ἐλέγετο ἐγνωρίσθαι ἐκ τοῦ μὴ ἔχειν ἀκολουθίαν τὰ λήμματα αὐτοῦ πρὸς ἄλληλά 〈τε〉 καὶ τὴν ἐπιφοράν. ἐπεὶ οὖν τῆς γνώσεως τῆς ἀκολουθίας ταύτης δεῖ προηγεῖσθαι τὴν κρίσιν τοῦ συνημμένου, ἀνεπίκριτον δέ ἐστι τὸ συνημμένον, ὡς ἐπελογισάμην, 〈ἀδιάκριτος〉 ἔσται καὶ ὁ κατὰ διάρτησιν ἀσύνακτος λόγος.