ΚΑΡΝΕΑΔΗΣ

[62] Καρνεάδης Ἐπικώμου ἢ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς (FGrH 273 F 90), Κυρηναῖος. οὗτος τὰ τῶν Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς 〈καὶ μάλιστα〉 τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν˙

εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ.

φιλόπονος δ' ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δ' ἴσχυσεν ἐν φιλοσοφίᾳ ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρ' αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν.

Κεφ. θ'. ΚΑΡΝΕΑΔΗΣ

[62] Καρνεάδης Ἐπικώμου ἢ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. οὗτος τὰ τῶν Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς 〈καὶ μάλιστα〉 τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν˙

εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ.

φιλόπονος δ' ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δ' ἴσχυσεν ἐν φιλοσοφίᾳ ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρ' αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν.

ΚΑΡΝΕΑΔΗΣ

[62] [2998] Καρνεάδης Ἐπικώμου ἢ Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. Οὗτος τὰ τῶν Στωικῶν βιβλία [29910] ἀναγνοὺς ἐπιμελῶς 〈καὶ μάλιστα〉 τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν˙

Εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ.

Φιλόπονος δὲ ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν [29915] τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. Ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. Τοσοῦτον δ' ἴσχυσεν ἐν φιλοσοφίᾳ ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρ' αὐτὸν [3001] ἰέναι καὶ αὐτοῦ ἀκούειν.