1.

[2.155] (§ 155 Cfr. M VIII 446.) δυνάμει δὲ ἀντειρήκαμεν διὰ τούτων καὶ πρὸς τοὺς πειρωμένους παρ' ἔλλειψιν ἀσυνάκτους λόγους εἶναι δεικνύναι. εἰ γὰρ ὁ ἐντελὴς 〈καὶ〉 ἀπηρτισμένος ἀδιάκριτός ἐστι, καὶ ὁ ἐλλιπὴς ἄδηλος ἔσται. καὶ ἔτι ὁ διὰ λόγου δεικνύναι τινὰ ἐλλιπῆ βουλόμενος λόγον, μὴ ἔχων συνημμένου κρίσιν ὡμολογημένην, δι' ἧς κρίνειν δυνήσεται τὴν ἀκολουθίαν τοῦ ὑπ' αὐτοῦ λεγομένου λόγου, οὐ δυνήσεται κεκριμένως καὶ ὀρθῶς λέγειν ὅτι ἐλλιπής ἐστιν.