1.

[2.156] (§ 156 Cfr. M VIII 438-443.) ἀλλὰ καὶ ὁ κατὰ παρολκὴν λεγόμενος εἶναι μοχθηρὸς ἀδιάκριτός ἐστιν ἀπὸ τῶν ἀποδεικτικῶν. ὅσον γὰρ ἐπὶ τῇ παρολκῇ καὶ οἱ θρυλούμενοι παρὰ τοῖς Στωικοῖς ἀναπόδεικτοι (Cfr. I 69; M VIII 223 sqq.) ἀσύνακτοι εὑρεθήσονται, ὧν ἀναιρουμένων ἡ πᾶσα διαλεκτικὴ ἀνατρέπεται˙ οὗτοι γάρ εἰσιν οὕς φασιν ἀποδείξεως μὲν μὴ δεῖσθαι πρὸς τὴν ἑαυτῶν σύστασιν, ἀποδεικτικοὺς δὲ ὑπάρχειν τοῦ καὶ τοὺς ἄλλους συνάγειν λόγους. ὅτι δὲ παρέλκουσιν, ἔσται σαφὲς ἐκθεμένων ἡμῶν τοὺς ἀναποδείκτους καὶ οὕτως ὅ φαμεν ἐπιλογιζομένων.