1.

[2.158]

  • τρίτον τὸν ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐκ τῆς συμπλοκῆς τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ῾οὐχὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν˙ ἡμέρα δὲ ἔστιν˙ οὐκ ἄρα νὺξ ἔστιν᾽.
  • τέταρτον τὸν ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπεζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ συνάγοντα, οἷον ῾ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν˙ ἡμέρα δὲ ἔστιν˙ οὐκ ἄρα νὺξ ἔστιν᾽.
  • πέμπτον τὸν ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐπεζευγμένων τὸ λοιπὸν συνάγοντα, οἷον ῾ἤτοι ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν˙ οὐχὶ δὲ νὺξ ἔστιν˙ ἡμέρα ἄρα ἔστιν᾽

.