1.

[2.159] (§ 159 Cfr. § 156, M VIII 438-443.) Οὗτοι μὲν οὖν εἰσιν οἱ θρυλούμενοι ἀναπόδεικτοι, πάντες δέ μοι δοκοῦσιν ἀσύνακτοι εἶναι κατὰ παρολκήν. αὐτίκα γοῦν, ἵνα ἀπὸ τοῦ πρώτου ἀρξώμεθα, ἤτοι ὁμολογεῖται ὅτι ἀκολουθεῖ τὸ ῾φῶς ἔστιν᾽ τῷ ῾ἡμέρα ἔστιν᾽ ἡγουμένῳ αὐτοῦ ἐν τῷ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽ συνημμένῳ, ἢ ἄδηλόν ἐστιν. ἀλλ' εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δώσομεν τὸ συνημμένον ὡς ὁμολογούμενον˙ εἰ δὲ πρόδηλόν ἐστιν ὅτι ὄντος τοῦ ῾ἡμέρα ἔστιν᾽ ἐξ ἀνάγκης ἔσται καὶ τὸ ῾φῶς ἔστιν,᾽ εἰπόντων ἡμῶν ὅτι ἡμέρα ἔστιν,συνάγεται καὶ τὸ φῶς ἔστιν, ὡς ἀρκεῖν τὸν τοιοῦτον λόγον ῾ἡμέρα ἔστι, φῶς ἄρα ἔστιν᾽, καὶ παρέλκειν τὸ ῾εἰ ἡμέρα ἔστι, φῶς ἔστιν᾽ συνημμένον.