1.

[2.160] ὁμοίως δὲ φερόμεθα καὶ ἐπὶ τοῦ δευτέρου ἀναποδείκτου. ἤτοι γὰρ ἐνδέχεται τοῦ λήγοντος μὴ ὄντος εἶναι τὸ ἡγούμενον, ἢ οὐκ ἐνδέχεται. ἀλλ' εἰ μὲν ἐνδέχεται, οὐκ ἔσται ὑγιὲς τὸ συνημμένον˙ εἰ δὲ οὐκ ἐνδέχεται, ἅμα τῷ τεθῆναι τὸ ῾οὐχὶ τὸ λῆγον᾽ τίθεται καὶ τὸ ῾οὐχὶ τὸ ἡγούμενον᾽, καὶ παρέλκει πάλιν τὸ συνημμένον, τῆς συνερωτήσεως τοιαύτης γινομένης ῾οὐχὶ φῶς ἔστιν, οὐκ ἄρα [ὅτι] ἡμέρα ἔστιν᾽.