1.

[2.161] ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ τρίτου ἀναποδείκτου. ἤτοι γὰρ πρόδηλόν ἐστιν, ὅτι οὐκ ἐνδέχεται τὰ ἐν τῇ συμπλοκῇ συνυπάρξαι ἀλλήλοις, ἢ ἄδηλον. καὶ εἰ μὲν ἄδηλον, οὐ δώσομεν τὸ ἀποφατικὸν τῆς συμπλοκῆς˙ εἰ δὲ πρόδηλον, ἅμα τῷ τεθῆναι τὸ ἕτερον ἀναιρεῖται τὸ λοιπόν, καὶ παρέλκει τὸ ἀποφατικὸν τῆς συμπλοκῆς, οὕτως ἡμῶν ἐρωτώντων ῾ἡμέρα ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν᾽.