1.

[2.163] Παραπλήσια δὲ λέγειν ἔνεστι καὶ περὶ τῶν κατηγορικῶν καλουμένων συλλογισμῶν, οἷς μάλιστα χρῶνται οἱ ἀπὸ τοῦ Περιπάτου. οἷον γοῦν ἐν τούτῳ τῷ λόγῳ ῾τὸ δίκαιον καλόν, τὸ καλὸν 〈δὲ〉 ἀγαθόν, τὸ δίκαιον ἄρα ἀγαθόν᾽ ἤτοι ὁμολογεῖται καὶ πρόδηλόν ἐστιν ὅτι τὸ καλὸν ἀγαθόν ἐστιν, ἢ ἀμφισβητεῖται καὶ ἔστιν ἄδηλον. ἀλλ' εἰ μὲν ἄδηλόν ἐστιν, οὐ δοθήσεται κατὰ τὴν τοῦ λόγου συνερώτησιν, καὶ διὰ τοῦτο οὐ συνάξει ὁ συλλογισμός˙ εἰ δὲ πρόδηλόν ἐστιν ὅτι πᾶν ὅπερ ἂν ᾖ καλόν, τοῦτο πάντως καὶ ἀγαθόν ἐστιν, ἅμα τῷ λεχθῆναι ὅτι τόδε τι καλόν ἐστι συνεισάγεται καὶ τὸ ἀγαθὸν αὐτὸ εἶναι, ὡς ἀρκεῖν τὴν τοιαύτην συνερώτησιν ῾τὸ δίκαιον καλόν, τὸ δίκαιον ἄρα ἀγαθόν᾽, καὶ παρέλκειν τὸ ἕτερον λῆμμα ἐν ᾧ τὸ καλὸν ἀγαθὸν εἶναι ἐλέγετο.