1.

[2.164] ὁμοίως δὲ καὶ ἐν τῷ τοιούτῳ λόγῳ ῾Σωκράτης ἄνθρωπος, πᾶς ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον,᾽εἰ μὲν οὔκ ἐστι πρόδηλον αὐτόθεν, ὅτι πᾶν ὅ τι περ ἂν ᾖ ἄνθρωπος, τοῦτο καὶ ζῷόν ἐστιν, οὐχ ὁμολογεῖται ἡ καθόλου πρότασις, οὐδὲ δώσομεν αὐτὴν ἐν τῇ συνερωτήσει.